Josephus
JOS Ant. 4:171 καὶ Μωυσῆς ἀρεσθεὶς τῷ λόγῳ καλέσας Ἐλεάζαρον
τὸν ἀρχιερέα καὶ Ἰησοῦν καὶ τοὺς ἐν τέλει πάντας συνεχώρει τὴν Ἀμορρῖτιν αὐτοῖς
ἐπὶ τῷ συμμαχῆσαι τοῖς συγγενέσιν ἕως ἂν καταστήσωνται τὰ πάντα λαβόντες οὖν ἐπὶ
τούτοις τὴν χώραν καὶ κτίσαντες πόλεις καρτερὰς τέκνα τε καὶ γυναῖκας καὶ τἆλλα
ὅσα συμπεριάγειν μέλλουσιν αὐτοῖς ἂν ἦν ἐμπόδια τοῦ πονεῖν ἀπέθεντο εἰς αὐτάς
JOS Ant. 5:241 ἐπιδημήσαντος δὲ πρὸς αὐτοὺς τῶν ἀρχόντων τινὸς
Γυάλου σὺν ὁπλίταις καὶ συγγενέσι τοῖς αὐτοῦ φυλακὴν οἱ Σικιμῖται δέονται
παρασχεῖν αὐτοῖς ἕως ἂν τρυγήσωσι προσδεξαμένου δ᾽ ἐκείνου τὴν ἀξίωσιν προῄεσαν
καὶ Γυάλης σὺν αὐτοῖς τὸ οἰκεῖον ἄγων ὁπλιτικόν
JOS Ant. 11:95 Ταῦτ᾽ εἰπόντων τοῦ τε Ζοροβαβήλου καὶ τοῦ ἀρχιερέως
ὁ Σισίννης καὶ οἱ σὺν αὐτῷ τὴν μὲν οἰκοδομίαν ἐπισχεῖν οὐ διέγνωσαν ἕως ἂν ταῦτα
δηλωθῇ Δαρείῳ παραχρῆμα δ᾽ αὐτῷ περὶ τούτων ἔγραψαν
JOS Ant. 11:318 οὐ γὰρ μετανοήσειν ἐπὶ τούτοις τοῦ δ᾽ ἀρχιερέως
ἀποκριναμένου τοῖς γραμματοφόροις ὡς ὅρκους εἴη δεδωκὼς Δαρείῳ μὴ βαστάζειν ὅπλα
κατ᾽ αὐτοῦ καὶ τούτους ἕως ἂν ᾖ Δαρεῖος ἐν τοῖς ζῶσιν μὴ παραβήσεσθαι φήσαντος
JOS Ant. 12:296 τρέφειν μὲν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ μετὰ πάσης
φροντίδος ἐνετείλατο ἕως ἂν οὗ παραγένηται καταστρεψάμενον δὲ τὴν Ἰουδαίαν καὶ
τοὺς οἰκοῦντας αὐτὴν ἐξανδραποδισάμενον ἀφανίσαι τὰ Ἱεροσόλυμα καὶ τὸ γένος αὐτῶν
ἀπολέσαι
JOS Ant. 12:333 αὐτὸς δὲ καὶ Ἰωνάθης ὁ ἕτερος ἀδελφὸς μετ᾽ ὀκτακισχιλίων
στρατιωτῶν ὥρμησαν εἰς τὴν Γαλαδῖτιν κατέλιπεν δ᾽ ἐπὶ τῶν ὑπολοίπων τῆς δυνάμεως
Ἰώσηπόν τε τὸν Ζαχαρία καὶ Ἀζαρίαν προστάξας αὐτοῖς φυλάττειν ἐπιμελῶς τὴν Ἰουδαίαν
καὶ συνάπτειν πόλεμον πρὸς μηδένα ἕως ἂν αὐτὸς ἐπανέλθῃ
JOS Ant. 13:400 πρὸς σὲ δυσμενῶς τὸ ἔθνος ὁ δὲ συνεβούλευεν αὐτῇ
πείθεσθαι μὲν οἷς ὑποθήσεται πρὸς τὸ τὴν βασιλείαν ἀσφαλῶς κατέχειν μετὰ τῶν τέκνων
κρύψαι δὲ τὸν θάνατον αὐτοῦ πρὸς τοὺς στρατιώτας ἕως ἂν ἐξέλῃ τὸ χωρίον
JOS Ant. 14:87 Γαβίνιος μὲν οὖν μέρος τῆς στρατιᾶς ἐνταυθοῖ
καταλιπών ἕως ἂν ἐκπολιορκηθῇ τὸ χωρίον αὐτὸς ἐπῄει τὴν ἄλλην Ἰουδαίαν καὶ ὅσαις
ἐπετύγχανεν καθῃρημέναις τῶν πόλεων κτίζειν παρεκελεύετο
JOS Ant. 14:344 οὐ μὴν ἀλλὰ καὶ νύκτωρ ἐπιβουλευομένους αὐτοὺς
ἀπήγγειλέν τις φυλακῆς αὐτοὺς ἐκ τἀφανοῦς περιισταμένης καὶ συνελήφθησαν ἄν εἰ
μὴ περιέμενον ἕως [ἂν] οἱ περὶ Ἱεροσόλυμα Πάρθοι Ἡρώδην συλλάβοιεν μὴ προανῃρημένων
τούτων ἐκεῖνος αἰσθόμενος διαφύγοι καὶ ἦν ταῦθ᾽ οὕτως ἔχοντα καὶ οἱ φύλακες αὐτῶν
ἑωρῶντο
JOS Ant. 14:441 κατὰ δὲ σταθμὸν δεύτερον --- τῶν Σαμοσάτων ἐλόχα
μὲν αὐτόθι τῶν βαρβάρων ἐνέδρα τοὺς φοιτῶντας πρὸς Ἀντώνιον δρυμῶν δὲ τὰς εἰσβολὰς
τὰς εἰς τὰ πεδία διαλαμβανόντων προλοχίζουσιν αὐτόθι τῶν ἱππέων οὐκ ὀλίγους ἠρεμήσοντας
ἕως ἂν εἰς τὸ ἱππήλατον οἱ διεξιόντες ἔλθοιεν
JOS Wars 1:482 οἱ δὲ τὰς μὲν διαβολὰς ἀπεσκευάζοντο ψευδεῖς
εἶναι λέγοντες πιστώσεσθαι δὲ τὴν ἀπολογίαν τοῖς ἔργοις ἔφασκον δεῖν μέντοι κἀκεῖνον
ἀποφράττειν τὰς λογοποιίας τῷ μὴ πιστεύειν ῥᾳδίως οὐ γὰρ ἐπιλείψειν τοὺς
καταψευσομένους αὐτῶν ἕως ἂν ὁ πειθόμενος ᾖ
JOS Wars 2:2 κἀκεῖνος τὸ πλῆθος ἀφ᾽ ὑψηλοῦ βήματος καὶ
χρυσοῦ θρόνου δεξιωσάμενος τῆς τε σπουδῆς ἣν ἐνεδείξαντο περὶ τὴν κηδείαν τοῦ
πατρός εὐχαριστεῖ καὶ τῆς πρὸς αὐτὸν θεραπείας ὡς πρὸς βέβαιον ἤδη βασιλέα φείδεσθαί
γε μὴν οὐ μόνον ἔφη τῆς ἐξουσίας ἐπὶ τοῦ παρόντος ἀλλὰ καὶ τῶν ὀνομάτων ἕως ἂν
αὐτῷ Καῖσαρ ἐπικυρώσῃ τὴν διαδοχήν ὁ καὶ κατὰ τὰς διαθήκας τῶν ὅλων δεσπότης
JOS Wars 4:269 εἰ δ᾽ οὐδὲν ὑμῖν τούτων εὔγνωμον ἢ μέτριον
δοκεῖ μὴ θαυμάζετε τὰ κλεῖθρα τῶν πυλῶν ἕως ἂν φέρητε τὰ ὅπλα
JOS Wars 4:282 ἐνθάδε πρὸ τῶν τειχῶν μενοῦμεν ἐν τοῖς ὅπλοις
ἕως ἂν Ῥωμαῖοι κάμωσι προσέχοντες ὑμῖν ἢ ὑμεῖς ἐλεύθερα φρονήσαντες μεταβάλησθε
JOS Wars 4:480 προσελαύνοντες δὲ οἱ τῆς λίμνης ἐργάται καὶ
δρασσόμενοι τοῦ συνεστῶτος ἕλκουσιν εἰς τὰ σκάφη πληρώσασι δὲ ἀποκόπτειν οὐ ῥᾴδιον
ἀλλὰ δι᾽ εὐτονίαν προσήρτηται τῷ μηρύματι τὸ σκάφος ἕως ἂν ἐμμηνίῳ γυναικῶν αἵματι
καὶ οὔρῳ διαλύσωσιν αὐτήν οἷς μόνοις εἴκει
JOS Life 1:295 ἤδη δ᾽ ἡμῶν τὰ νόμιμα ποιούντων καὶ πρὸς εὐχὰς
τραπομένων ἀναστὰς Ἰησοῦς περὶ τῶν ληφθέντων ἐκ τοῦ ἐμπρησμοῦ τῆς βασιλικῆς αὐλῆς
σκευῶν τοῦ ἀσήμου ἀργυρίου ἐπυνθάνετό μου παρὰ τίνι τυγχάνει κείμενα ταῦτα δ᾽ ἔλεγεν
διατρίβειν τὸν χρόνον βουλόμενος ἕως ἂν ὁ Ἰωάννης παραγένηται
Philo of Alexandria
PHI Det. 1:128 φωνὴ δὲ τηλαυγεστάτη νοημάτων ἐστὶν αὕτη· καθάπερ
γὰρ τὰ ἀποκείμενα ἐν σκότῳ κέκρυπται, ἕως ἂν ἐπιλάμψαν φῶς αὐτὰ δείξῃ, τὸν αὐτὸν
τρόπον τὰ ἐνθυμήματα ἐν ἀοράτῳ χωρίῳ, διανοίᾳ, ταμιεύεται, μέχρις ἂν οἷα φῶς ἐναυγάσασα
ἡ φωνὴ πάντ᾽ ἐκκαλύψῃ.
PHI Post. 1:132 Ῥεβέκκα δ᾽ οὐκέτι προκοπαῖς ἀλλὰ τελειότητι
ποτίζουσα τὸν μαθητὴν εὑρίσκεται. πῶς δέ, αὐτὸς διδάξει ὁ νόμος. "ἡ γὰρ
παρθένος" φησίν "ἦν καλὴ τῇ ὄψει σφόδρα, παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν.
καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν καὶ ἀνέβη. προσέδραμε δὲ ὁ παῖς εἰς
συνάντησιν αὐτῇ καὶ εἶπε· πότισόν με δὴ μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου. ἡ δὲ εἶπε·
πίε, κύριε. καὶ σπεύσασα καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν
αὐτόν, ἕως ἐπαύσατο πίνων· καὶ εἶπε· καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι
πίωσι. καὶ σπεύσασα ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον, καὶ δραμοῦσα ἐπὶ τὸ
φρέαρ ὑδρεύσατο ταῖς καμήλοις".
PHI Deus 1:145 οἱ μὲν οὖν πεμφθέντες πρέσβεις λέγουσι ταῦτα·
"παρελευσόμεθα διὰ τῆς γῆς σου· οὐ διελευσόμεθα δι᾽ ἀγρῶν, οὐ δι᾽ ἀμπελώνων,
οὐ πιόμεθα ὕδωρ λάκκου σου. ὁδῷ βασιλικῇ πορευσόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ
εὐώνυμα, ἕως ἂν παρέλθωμέν σου τὰ ὅρια. ὁ δὲ Ἐδὼμ ἀποκρίνεται φάσκων· οὐ διελεύσῃ
δι᾽ ἐμοῦ· εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαί σοι εἰς συνάντησιν. καὶ λέγουσιν αὐτῷ
οἱ υἱοὶ Ἰσραήλ· παρὰ τὸ ὄρος παρελευσόμεθα. ἐὰν δὲ τοῦ ὕδατός σου πίω ἐγώ τε καὶ
τὰ κτήνη, δώσω σοι τιμήν· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι, παρὰ τὸ ὄρος παρελευσόμεθα.
ὁ δὲ εἶπεν· οὐ διελεύσῃ δι᾽ ἐμοῦ".
PHI Conf. 1:128 τὸν φιλαυτίας κλῆρον παραλαβόντες παῖδες παρὰ
πατρὸς συναυξῆσαι γλίχονται μέχρις οὐρανοῦ, ἕως ἂν ἡ φιλάρετός τε καὶ μισοπόνηρος
δίκη παρελθοῦσα καθέλῃ τὰς πόλεις, ἃς ἐπετείχισαν ψυχῇ τῇ ταλαίνῃ, καὶ τὸν πύργον,
οὗ τοὔνομα ἐν τῇ τῶν κριμάτων ἀναγραφομένῃ βίβλῳ δεδήλωται.
PHI Her. 1:84 καὶ ὁ ἱερεὺς μέντοι "ἄνθρωπος οὐκ ἔσται
κατ᾽ αὐτὸν ὅταν εἰσίῃ εἰς τὰ ἅγια τῶν ἁγίων, ἕως ἂν ἐξέλθῃ", οὐ σωματικῶς,
ἀλλὰ ταῖς κατὰ ψυχὴν κινήσεσιν. ὁ γὰρ νοῦς, ὅτε μὲν καθαρῶς λειτουργεῖ θεῷ, οὐκ
ἔστιν ἀνθρώπινος, ἀλλὰ θεῖος· ὅτε δὲ ἀνθρωπίνῳ τινί, τέτραπται καταβὰς ἀπ᾽ οὐρανοῦ,
μᾶλλον δὲ πεσὼν ἐπὶ γῆν ἐξέρχεται, κἂν ἔτι μένῃ τὸ σῶμα ἔνδον αὐτῷ.
PHI Her. 1:149 ἀπὸ μὲν γὰρ τῆς ἐαρινῆς ἄχρι θερινῶν τροπῶν ἡ
μὲν ἡμέρα πρόσθεσιν, ἡ δὲ νὺξ ἀφαίρεσιν δέχεται, ἕως ἂν ἥ τε μεγίστη ἡμέρα καὶ
βραχυτάτη νὺξ ἀποτελεσθῶσιν ἀπὸ τὲ θερινῶν τροπῶν ἀνακάμπτων ὁ ἥλιος τὴν αὐτὴν ὁδὸν
οὔτε θᾶττον οὔτε βραδύτερον, ἀλλὰ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα διαστήματα, τάχεσιν
ἴσοις χρώμενος μέχρι τῆς μετοπωρινῆς ἰσημερίας ἔρχεται, καὶ ἴσην ἀποτελέσας ἡμέραν
νυκτὶ παραύξειν ἄρχεται τὴν νύκτα μειῶν τὴν ἡμέραν ἄχρι χειμερινῆς τροπῆς·
PHI Mut. 1:111 διὰ γὰρ τῶν ἑπτὰ δυνάμεων τούτων αἱ προβάσεις
καὶ παραυξήσεις τοῦ πατρός νοῦ ταῖς ἐγγινομέναις καταλήψεσι συνίστανται.
παραγενόμεναι δ᾽ ἐπὶ τὰ οἰκεῖα ἑκάστη, χρώματα μὲν καὶ σχήματα ὅρασις, φωνὰς δὲ
ἀκοή, ἀτμοὺς δὲ ὄσφρησις, χυλοὺς δὲ γεῦσις καὶ αἱ ἄλλαι πρὸς τὰ ἁρμόττοντα ἑαυταῖς,
"ἀντλοῦσι" τρόπον τινὰ τὰ ἐκτὸς αἰσθητά, "ἕως ἂν πληρώσωσι τὰς τῆς
ψυχῆς δεξαμενάς, ἐξ ὧν ποτίζουσι τὰ πρόβατα τοῦ πατρός", τὴν καθαρωτάτην λέγω
τοῦ λογισμοῦ ποίμνην, ἀσφάλειαν καὶ κόσμον περιφέρουσαν ἐν ταὐτῷ.
PHI Mut. 1:215 λέγει γοῦν οὐχ ὁ Ἰακὼβ τῷ Ἰωσὴφ μᾶλλον ἢ ὁ ἱερὸς
λόγος παντὶ τῷ τὸ μὲν σῶμα εὐεκτοῦντι, ἐν ἀφθόνοις δὲ ταῖς εἰς περιουσίαν ὕλαις
ἐξεταζομένῳ καὶ πρὸς μηδεμιᾶς ἁλισκομένῳ· "ἔτι γὰρ σὺ ζῇς"; θαυμαστὸν
ἐκφωνήσας λόγον καὶ τὸν ἡμέτερον βίον ὑπερδεδραμηκότα οἳ μικρᾶς πρὸς εὐτυχίαν αὔρας
λαβόμενοι, πάντα κάλων ἀνασείσαντες, λαμπρὰ φυσῶμεν καὶ πνεύσαντες μέγα καὶ σύντονον
πλησίστιοι πρὸς τὰς ἀπολαύσεις τῶν παθῶν φερόμεθα καὶ οὐ πρότερον στέλλομεν τὰς
ἀνειμένας καὶ κεχαλασμένας ἀκρατῶς ἐπιθυμίας, ἕως ἂν ἐξοκείλαντες ὅλῳ τῷ ψυχῆς
ναυαγήσωμεν σκάφει.
PHI Somn. 1:122 οὗτοι μεθ᾽ ἡμέραν, ὅταν τὰ ἐν δικαστηρίοις καὶ
βουλευτηρίοις καὶ θεάτροις καὶ πανταχοῦ πρὸς τοὺς ἄλλους ἀδικήματα διεξέλθωσιν,
οἴκαδε ἀφικνοῦνται τὸν ἑαυτῶν οἶκον, οἱ δυστυχεῖς, καταστρέψοντες οὐ τὸν τῶν οἰκοδομημάτων
ἀλλὰ τὸν συμφυᾶ τῆς ψυχῆς οἶκον, τὸ σῶμα, τροφὰς ἀμέτρους καὶ ἐπαλλήλους εἰσφέροντες
καὶ πολὺν ἄκρατον ἄρδοντες, ἕως ἂν βύθιος μὲν ὁ λογισμὸς οἴχηται, τὰ δ᾽ ὑπὸ
γαστέρα πλησμονῆς ἔκγονα πάθη διαναστάντα, λύττῃ χρώμενα ἀκαθέκτῳ, προσπεσόντα
καὶ ἐμπλακέντα τοῖς ἐπιτυχοῦσι, τὸν πολὺν οἶστρον ἀπερυγόντα λωφήσῃ.
PHI Somn. 2:231 τούτῳ παραπλήσιόν ἐστι καὶ τὸ χρησθὲν λόγιον ἐπὶ
τοῦ μεγάλου ἱερέως· "ὅταν" γάρ φησιν "εἰσίῃ εἰς τὰ ἅγια τῶν ἁγίων,
ἄνθρωπος οὐκ ἔσται, ἕως ἂν ἐξέλθῃ"; εἰ δὲ μὴ γίνεται τότε ἄνθρωπος, δῆλον ὅτι
οὐδὲ θεός, ἀλλὰ λειτουργὸς θεοῦ, κατὰ μὲν τὸ θνητὸν γενέσει, κατὰ δὲ τὸ ἀθάνατον
οἰκειούμενος τῷ ἀγενήτῳ.
PHI Somn. 2:232 τὴν δὲ μέσην τάξιν εἴληχεν, ἕως ἂν ἐξέλθῃ πάλιν
εἰς τὰ τοῦ σώματος καὶ τῆς σαρκὸς οἰκεῖα. καὶ πέφυκεν οὕτως ἔχειν· ὅταν μὲν ἐξ ἔρωτος
θείου κατασχεθεὶς ὁ νοῦς, συντείνας ἑαυτὸν ἄχρι τῶν ἀδύτων, ὁρμῇ καὶ σπουδῇ πάσῃ
χρώμενος προέρχηται, θεοφορούμενος ἐπιλέλησται μὲν τῶν ἄλλων, ἐπιλέλησται δὲ καὶ
ἑαυτοῦ, μόνου δὲ μέμνηται καὶ ἐξήρτηται τοῦ δορυφορουμένου καὶ θεραπευομένου, ᾧ
τὰς ἱερὰς καὶ ἀναφεῖς καθαγιάζων ἀρετὰς ἐκθυμιᾷ.
PHI Mos. 2:14 τὰ δὲ τούτου μόνου βέβαια, ἀσάλευτα, ἀκράδαντα,
καθάπερ σφραγῖσι φύσεως αὐτῆς σεσημασμένα, μένει παγίως ἀφ᾽ ἧς ἡμέρας ἐγράφη μέχρι
νῦν καὶ πρὸς τὸν ἔπειτα πάντα διαμενεῖν ἐλπὶς αὐτὰ αἰῶνα ὥσπερ ἀθάνατα, ἕως ἂν ἥλιος
καὶ σελήνη καὶ ὁ σύμπας οὐρανός τε καὶ κόσμος ᾖ.
PHI Decal. 1:11 τοῦτο δὲ ἀμήχανον ἑτέρως ἢ διοικισθέντι συμβῆναι,
καὶ οὐκ εὐθὺς ἀλλὰ μακρῷ χρόνῳ ὕστερον, ἕως ἂν οἱ τῶν ἀρχαίων παρανομημάτων ἐνσφραγισθέντες
τύποι κατὰ μικρὸν ἀμαυρούμενοι καὶ ἀπορρέοντες ἀφανισθῶσι.
PHI Spec. 2:19 εἰ δὲ δὴ καὶ τύχοι τις εἶναι περιουσία καὶ ἀφθονία
τῶν περὶ τὸν βίον, ὅρκοις ἐπισφραγίζονται τὴν χρῆσιν καὶ ἀπόλαυσιν τῶν εἰς
πολυτέλειαν· οἷον δή τι λέγω· πρῴην τις τῶν οὐκ ὀλίγα κεκτημένων ὑγρὸν καὶ
διαρρέοντα βίον ἀσπασάμενος, ἐπειδὴ πρεσβύτης παρὼν συγγενὴς ἢ πατρικὸς ὥς γ᾽ οἶμαι
φίλος ἐνουθέτει πρὸς τὸ σεμνότερον καὶ αὐστηρότερον τὴν δίαιταν παρακαλῶν
μεταβαλεῖν, τὴν παραίνεσιν οὐ μετρίως δυσχεράνας ὤμοσεν ἀντιφιλονεικῶ ἕως ἂν τὰς
χορηγίας ἔχῃ καὶ παρασκευάς, μηδενὶ χρήσεσθαι τῶν εἰς εὐτέλειαν, μὴ κατὰ πόλιν,
μὴ κατ᾽ ἀγρούς, μὴ πλέων, μὴ πεζεύων, ἀλλ᾽ ἀεὶ καὶ πανταχοῦ τὸν πλοῦτον ἐπιδείξεσθαι.
πλούτου δὲ ταὐθ, ὡς ἔοικεν, ἐπίδειξις οὐκ ἔστι μᾶλλον ἢ ἀλαζονείας καὶ ἀκρασίας.
PHI Spec. 3:89 ἢ τοῖς μὲν μηδὲν ἡμαρτηκόσιν, ἕως ἂν ἀπολούσωνται
καὶ περιρρανάμενοι καθαρθῶσι τοῖς εἰωθόσι καθαρσίοις, ἄβατος ὁ νεώς ἐστι, τοὺς
δὲ ἐνόχους ἀνεκπλύτοις ἄγεσιν, ὧν τὰ μιάσματα οὐδεὶς ἀπονίψει χρόνος, ἄξιον ἐπιφοιτᾶν
καὶ ἐνδιατρίβειν τοῖς ἕδεσιν, οὓς οὐδ᾽ ἂν οἰκία δέξαιτο κοσμίων ἀνδρῶν οἷς μέλει
τῶν ὁσίων;
PHI Spec. 3:133 ὅταν οὖν λέγῃ "μὴ ἐπανίτω ὁ φυγάς, ἕως ἂν
ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας", ἴσον τι τούτῳ φησίν· ἕως ἂν ἀποθάνῃ ὁ πάντων
κοινὸς ἀγχιστεύς, ᾧ μόνῳ καὶ τὰ τῶν ζώντων καὶ τὰ τῶν τετελευτηκότων ἐφεῖται
βραβεύειν.
PHI Spec. 4:26 βλάπτουσι δ᾽ οὐ μόνον κατανέμοντες βοσκήμασιν
ἀλλοτρίας κτήσεις, ἀλλὰ καὶ πῦρ ἀπερισκέπτως καὶ ἀπροοράτως ἀναφλέγοντες. ἡ γὰρ
τοῦ πυρὸς δύναμις ὕλης λαβομένη πανταχόσε ᾄττουσα νέμεταί τε καὶ χεῖται, καὶ ἐπειδὰν
ἅπαξ κρατήσῃ, σβεστηρίων ὅσα ἂν ἐπιφέρῃ τις ἀλογεῖ καταχρωμένη καὶ τούτοις ἀντὶ
τροφῆς εἰς συναύξησιν, ἕως ἂν πάντα ἐξαναλώσασα αὐτὴ δαπανηθῇ πρὸς αὑτῆς.
To Support this Blog:
Email for Amazon Gift
card: ScripturalMormonism@gmail.com
Email for Logos.com Gift
Card: IrishLDS87@gmail.com